1 Corinthians 16

1Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. 2κατὰ μίαν
 σαββάτου = WH Treg NA/NIV: || σαββάτων = RP
σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων τι
 ἐὰν = WH Treg NA/NIV: || ἂν = RP
ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
3ὅταν δὲ παραγένωμαι, οὓς
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4ἐὰν δὲ
 ἄξιον ᾖ = WH Treg NA/NIV: || ᾖ ἄξιον = RP
ἄξιον ᾖ ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, 6πρὸς ὑμᾶς δὲ τυχὸν
 παραμενῶ = Treg NA/NIV RP: || καταμενῶ = WH
παραμενῶ
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κύριος
 ἐπιτρέψῃ = WH Treg NA/NIV: || ἐπιτρέπῃ = RP
ἐπιτρέψῃ.
8
 ἐπιμενῶ = Treg NA/NIV RP: || ἐπιμένω = WH
ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς
 κἀγώ = NA/NIV Treg RP: || ἐγώ = WH
κἀγώ·
11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός
 με = WH NA/NIV RP: || ἐμέ = Treg
με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

12Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ
 ὑμέτερον = WH Treg NA/NIV: || ὑμῶν = RP
ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.
 ἀσπάζεται = WH NA/NIV: || ἀσπάζονται = Treg RP
ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ
 Πρίσκα = WH Treg NA/NIV: || Πρίσκιλλα = RP
Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22εἴ τις οὐ φιλεῖ τὸν
 κύριον = WH Treg NA/NIV: || κύριον Ἰησοῦν Χριστόν = RP
κύριον, ἤτω ἀνάθεμα.
 Μαράνα θά = NA/NIV: || Μαρὰν ἀθά = WH Treg RP
Μαράνα θά ⸃.
23 χάρις τοῦ κυρίου
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Ἰησοῦ μεθ᾽ ὑμῶν.
24 ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ
 Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Ἀμήν = RP
Ἰησοῦ.



Copyright information for SBLG